Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.38 Dem. 56.42 (English) >>Dem. 56.44

56.40καὶ γὰρ τοῦτο, ἄνδρες Ἀθηναῖοι. θεάσασθε τὴν ὑπερβολήν. ἐρράγη ναῦς, ὥς φησιν οὗτος, καὶ διὰ τοῦτʼ εἰς Ῥόδον κατήγαγεν αὐτήν. οὐκοῦν τὸ μετὰ τοῦτο ἐπεσκευάσθη καὶ πλόϊμος ἐγένετο. διὰ τί οὖν, βέλτιστε, εἰς μὲν τὴν Αἴγυπτον καὶ τἄλλα ἐμπόρια ἀπέστελλες αὐτήν, Ἀθήναζε δὲ οὐκ ἀπέσταλκας οὐδέπω καὶ νῦν πρὸς ἡμᾶς τοὺς δανείσαντας, οἷς συγγραφὴ κελεύει σε ἐμφανῆ καὶ ἀνέπαφον τὴν ναῦν παρέχειν, καὶ ταῦτʼ ἀξιούντων ἡμῶν καὶ προκαλεσαμένων σε πολλάκις; 56.41ἀλλʼ οὕτως ἀνδρεῖος εἶ, μᾶλλον δὲ ἀναίσχυντος, ὥστʼ ἐκ τῆς συγγραφῆς ὀφείλων ἡμῖν διπλάσια τὰ χρήματα, οὐκ οἴει δεῖν οὐδὲ τοὺς τόκους τοὺς γιγνομένους ἀποδοῦναι, ἀλλὰ τοὺς εἰς Ῥόδον προστάττεις ἀπολαβεῖν, ὥσπερ τὸ σὸν πρόσταγμα τῆς συγγραφῆς δέον κυριώτερον γενέσθαι, καὶ τολμᾷς λέγειν ὡς οὐκ ἐσώθη ναῦς εἰς τὸν Πειραιᾶ· ἐφʼ δικαίως ἂν ἀποθάνοις ὑπὸ τῶν δικαστῶν. 56.42διὰ τίνα γὰρ μᾶλλον, ἄνδρες δικασταί, οὐ σέσῳσται ναῦς εἰς τὸν Πειραιᾶ; πότερον διʼ ἡμᾶς τοὺς διαρρήδην δανείσαντας εἰς Αἴγυπτον καὶ εἰς Ἀθήνας, διὰ τοῦτον καὶ τὸν κοινωνὸν αὐτοῦ, οἳ ἐπὶ ταύταις ταῖς ὁμολογίαις δανεισάμενοι, ἐφʼ τε καταπλεῖν Ἀθήναζε, εἰς Ῥόδον κατήγαγον τὴν ναῦν; ὅτι δὲ ἑκόντες καὶ οὐκ ἐξ ἀνάγκης ταῦτʼ ἔπραξαν, ἐκ πολλῶν δῆλον.


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 56.38 Dem. 56.42 (English) >>Dem. 56.44

Powered by PhiloLogic